Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.49.2 Hdt. 4.50.4 (English) >>Hdt. 4.52.4

4.50.2 ἴσος δὲ αἰεὶ ῥέει ἔν τε θέρει καὶ χειμῶνι Ἴστρος κατὰ τοιόνδε τι, ὡς ἐμοὶ δοκέει· τοῦ μὲν χειμῶνος ἐστὶ ὅσος περ ἐστι, ὀλίγῳ τε μέζων τῆς ἑωυτοῦ φύσιος γίνεται· ὕεται γὰρ γῆ αὕτη τοῦ χειμῶνος πάμπαν ὀλίγῳ, νιφετῷ δὲ πάντα χρᾶται· 4.50.3 τοῦ δὲ θέρεος χιὼν ἐν τῷ χειμῶνι πεσοῦσα, ἐοῦσα ἀμφιλαφής, τηκομένη πάντοθεν ἐσδιδοῖ ἐς τὸν Ἴστρον. αὕτη τε δὴ χιὼν ἐσδιδοῦσα ἐς αὐτὸν συμπληθύει καὶ ὄμβροι πολλοί τε καὶ λάβροι σὺν αὐτῇ· ὕει γὰρ δὴ τὸ θέρος. 4.50.4 ὅσῳ δὲ πλέον ἐπʼ ἑωυτὸν ὕδωρ ἥλιος ἐπέλκεται ἐν τῷ θέρει ἐν τῷ χειμῶνι, τοσούτῳ τὰ συμμισγόμενα τῷ Ἴστρῳ πολλαπλήσια ἐστὶ τοῦ θέρεος περ τοῦ χειμῶνος· ἀντιτιθέμενα δὲ ταῦτα ἀντισήκωσις γίνεται, ὥστε ἴσον μιν αἰεὶ φαίνεσθαι ἐόντα.

ch. 51 4.51.1 εἷς μὲν δὴ τῶν ποταμῶν τοῖσι Σκύθῃσι ἐστὶ Ἴστρος, μετὰ δὲ τοῦτον Τύρης, ὃς ἀπὸ βορέω μὲν ἀνέμου ὁρμᾶται, ἄρχεται δὲ ῥέων ἐκ λίμνης μεγάλης οὐρίζει τήν τε Σκυθικὴν καὶ Νευρίδα γῆν. ἐπὶ δὲ τῷ στόματι αὐτοῦ κατοίκηνται Ἕλληνες οἳ Τυρῖται καλέονται.

ch. 52 4.52.1 τρίτος δὲ Ὕπανις ποταμὸς ὁρμᾶται μὲν ἐκ τῆς Σκυθικῆς, ῥέει δὲ ἐκ λίμνης μεγάλης τὴν πέριξ νέμονται ἵπποι ἄγριοι λευκοί· καλέεται δὲ λίμνη αὕτη ὀρθῶς μήτηρ Ὑπάνιος.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.49.2 Hdt. 4.50.4 (English) >>Hdt. 4.52.4

Powered by PhiloLogic